Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.263 Joseph. AJ 17.268 (English) >>Joseph. AJ 17.273

17.266καὶ τῶν βασιλικῶν τὸ πλεῖστον ηὐτομολήκεσαν σὺν αὐτοῖς, Ῥοῦφος δὲ καὶ Γρᾶτος τρισχιλίους τὸ μαχιμώτατον τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας τοῖς σώμασι δραστηρίους Ῥωμαίοις προστίθενται. καί τι καὶ ἱππικὸν ἦν τῶν ὑπὸ τῷ Ῥούφῳ τεταγμένων, καὶ αὐτὸ προσθήκη τῶν Ῥωμαίων ἐγεγόνει. 17.267Ἰουδαίοις δὲ οὐκ ἠμέλητο πολιορκία, ἀλλὰ καὶ τὰ τείχη μετήλλευον καὶ τοῖς μεταβαλλομένοις ἐκέλευον μὴ ἐμποδισταῖς εἶναι τοῦ ἀποληψομένου χρόνῳ παροῦσαν αὐτοῖς ἐλευθερίαν τὴν πάτριον. 17.268Σαβίνῳ μὲν οὖν εὐκτὸν ἀπιέναι μετὰ τῶν στρατιωτῶν, πιστεύειν δʼ οὐχ οἷός τε ἦν διὰ τὰ πεπραγμένα καὶ τὸ λίαν εὔγνωμον τῶν πολεμίων ἐπʼ ἀποτροπῇ τοῦ κατασταθησομένου εἶχεν, ἅμα δὲ καὶ τὸν Οὔαρον ἥξειν προσδοκῶν ὑπέμενε τὴν πολιορκίαν. 17.269

Ἐν τούτῳ δὲ καὶ ἕτερα μυρία θορύβων ἐχόμενα τὴν Ἰουδαίαν κατελάμβανεν πολλῶν πολλαχόσε οἳ κατʼ οἰκείων ἐλπίδας κερδῶν καὶ Ἰουδαίων ἔχθρας ἐπὶ τὸ πολεμεῖν ὡρμημένων· 17.270δισχίλιοι μὲν τῶν ὑφʼ Ἡρώδῃ ποτὲ στρατευσαμένων καὶ ἤδη καταλελυκότες ἐν αὐτῇ Ἰουδαίᾳ συστάντες προσεπολέμουν τοῖς βασιλικοῖς ἀντιστατοῦντος αὐτοῖς Ἀχιάβου τοῦ Ἡρώδου ἀνεψιοῦ, καὶ τῶν μὲν πεδίων εἰς τὰ μετέωρα ἀνεωσμένου διʼ ἐμπειρίαν τὴν εἰς τὰ πολεμικὰ τῶν ἀνδρῶν, ταῖς δὲ δυσχωρίαις σώζοντος ὁπόσα δυνατά.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.263 Joseph. AJ 17.268 (English) >>Joseph. AJ 17.273

Powered by PhiloLogic